Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.39 | Dem. 21.42 (English) | >>Dem. 21.45 |
21.41ἂν γὰρ ταῦθʼ οὕτως ἐγνωσμένʼ ὑπάρχῃ παρʼ ὑμῖν , οὐκ ἐνέσται αὐτῷ λόγος οὐδὲ εἷς . ποία γὰρ πρόφασις , τίς ἀνθρωπίνη καὶ μετρία σκῆψις φανεῖται τῶν πεπραγμένων αὐτῷ ; ὀργὴ νὴ Δία · καὶ γὰρ τοῦτο τυχὸν λέξει . ἀλλʼ ἃ μὲν ἄν τις ἄφνω τὸν λογισμὸν φθάσας ἐξαχθῇ πρᾶξαι , κἂν ὑβριστικῶς ποιήσῃ , διʼ ὀργήν γʼ ἔνι φῆσαι πεποιηκέναι · ἃ δʼ ἂν ἐκ πολλοῦ συνεχῶς ἐπὶ πολλὰς ἡμέρας παρὰ τοὺς νόμους πράττων τις φωρᾶται , οὐ μόνον δήπου τοῦ μὴ μετʼ ὀργῆς ἀπέχει , ἀλλὰ καὶ βεβουλευμένως ὁ τοιοῦτος ὑβρίζων ἐστὶν ἤδη φανερός .
ἀλλὰ μὴν ὁπηνίκα καὶ πεποιηκὼς ἃ κατηγορῶ καὶ ὕβρει πεποιηκὼς φαίνεται , τοὺς νόμους ἤδη δεῖ σκοπεῖν , ὦ ἄνδρες δικασταί · κατὰ γὰρ τούτους δικάσειν ὀμωμόκατε . καὶ θεωρεῖθʼ ὅσῳ μείζονος ὀργῆς καὶ ζημίας ἀξιοῦσι τοὺς ἑκουσίως καὶ διʼ ὕβριν πλημμελοῦντας τῶν ἄλλως πως ἐξαμαρτανόντων .
21.43πρῶτον μὲν τοίνυν οἱ περὶ τῆς βλάβης οὗτοι νόμοι πάντες , ἵνʼ ἐκ τούτων ἄρξωμαι , ἂν μὲν ἑκὼν βλάψῃ , διπλοῦν , ἂν δʼ ἄκων , ἁπλοῦν τὸ βλάβος κελεύουσιν ἐκτίνειν . εἰκότως · ὁ μὲν γὰρ παθὼν πανταχοῦ βοηθείας δίκαιος τυγχάνειν , τῷ δράσαντι δʼ οὐκ ἴσην τὴν ὀργήν , ἄν θʼ ἑκὼν ἄν τʼ ἄκων , ἔταξʼ ὁ νόμος . ἔπειθʼ οἱ φονικοὶ τοὺς μὲν ἐκ προνοίας ἀποκτιννύντας θανάτῳ καὶ ἀειφυγίᾳ καὶ δημεύσει τῶν ὑπαρχόντων ζημιοῦσι , τοὺς δʼ ἀκουσίως αἰδέσεως καὶ φιλανθρωπίας πολλῆς ἠξίωσαν .
21.42
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 21.39 | Dem. 21.42 (English) | >>Dem. 21.45 |